Bible
Display

1 Thessalonians 5

1But of the times and the seasons, brethren, ye have no need that I write unto you.
1Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι·
2For yourselves know perfectly that the day of the Lord so cometh as a thief in the night.
2αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
3For when they shall say, Peace and safety; then sudden destruction cometh upon them, as travail upon a woman with child; and they shall not escape.
3ὅταν γὰρ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
4But ye, brethren, are not in darkness, that that day should overtake you as a thief.
4ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ·
5Ye are all the children of light, and the children of the day: we are not of the night, nor of darkness.
5πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·
6Therefore let us not sleep, as do others; but let us watch and be sober.
6ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
7For they that sleep sleep in the night; and they that be drunken are drunken in the night.
7οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·
8But let us, who are of the day, be sober, putting on the breastplate of faith and love; and for an helmet, the hope of salvation.
8ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·
9For God hath not appointed us to wrath, but to obtain salvation by our Lord Jesus Christ,
9ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν ἀλλ᾽ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
10Who died for us, that, whether we wake or sleep, we should live together with him.
10τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
11Wherefore comfort yourselves together, and edify one another, even as also ye do.
11διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
12And we beseech you, brethren, to know them which labour among you, and are over you in the Lord, and admonish you;
12Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς,
13And to esteem them very highly in love for their work’s sake. And be at peace among yourselves.
13καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς.
14Now we exhort you, brethren, warn them that are unruly, comfort the feebleminded, support the weak, be patient toward all men.
14παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
15See that none render evil for evil unto any man; but ever follow that which is good, both among yourselves, and to all men.
15ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.
16Rejoice evermore.
16πάντοτε χαίρετε,
17Pray without ceasing.
17ἀδιαλείπτως προσεύχεσθε,
18In every thing give thanks: for this is the will of God in Christ Jesus concerning you.
18ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
19Quench not the Spirit.
19τὸ Πνεῦμα μὴ σβέννυτε,
20Despise not prophesyings.
20προφητείας μὴ ἐξουθενεῖτε,
21Prove all things; hold fast that which is good.
21πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,
22Abstain from all appearance of evil.
22ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23And the very God of peace sanctify you wholly; and I pray God your whole spirit and soul and body be preserved blameless unto the coming of our Lord Jesus Christ.
23Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
24Faithful is he that calleth you, who also will do it.
24πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25Brethren, pray for us.
25Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν.
26Greet all the brethren with an holy kiss.
26Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
27I charge you by the Lord that this epistle be read unto all the holy brethren.
27ὁρκίζω ὑμᾶς τὸν Κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς.
28The grace of our Lord Jesus Christ be with you. Amen.
28Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν. Ἀμήν.