Bible
Display

1 Corinthians 3

1Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ᾽ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ.
1Brothers, I couldn’t speak to you as to spiritual, but as to fleshly, as to babies in Christ.
2γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα, οὔπω γὰρ ἠδύνασθε· ἀλλ᾽ οὔτε ἔτι νῦν δύνασθε,
2I fed you with milk, not with solid food, for you weren’t yet ready. Indeed, you aren’t ready even now,
3ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
3for you are still fleshly. For insofar as there is jealousy, strife, and factions among you, aren’t you fleshly, and don’t you walk in the ways of men?
4ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, Ἐγὼ Ἀπολλώ, οὐχὶ σαρκικοί ἐστε;
4For when one says, “I follow Paul,” and another, “I follow Apollos,” aren’t you fleshly?
5Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς, ἀλλ᾽ ἢ διάκονοι δι᾽ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν;
5Who then is Apollos, and who is Paul, but servants through whom you believed, and each as the Lord gave to him?
6ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾽ ὁ Θεὸς ηὔξανεν·
6I planted. Apollos watered. But God gave the increase.
7ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων ἀλλ᾽ ὁ αὐξάνων Θεός.
7So then neither he who plants is anything, nor he who waters, but God who gives the increase.
8ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.
8Now he who plants and he who waters are the same, but each will receive his own reward according to his own labor.
9Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.
9For we are God’s fellow workers. You are God’s farming, God’s building.
10Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ.
10According to the grace of God which was given to me, as a wise master builder I laid a foundation, and another builds on it. But let each man be careful how he builds on it.
11θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.
11For no one can lay any other foundation than that which has been laid, which is Jesus Christ.
12εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
12But if anyone builds on the foundation with gold, silver, costly stones, wood, hay, or straw,
13ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.
13each man’s work will be revealed. For the Day will declare it, because it is revealed in fire; and the fire itself will test what sort of work each man’s work is.
14εἴ τινος τὸ ἔργον μένει ὃ ἐποικοδόμησε, μισθὸν λήψεται·
14If any man’s work remains which he built on it, he will receive a reward.
15εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός.
15If any man’s work is burned, he will suffer loss, but he himself will be saved, but as through fire.
16Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;
16Don’t you know that you are God’s temple and that God’s Spirit lives in you?
17εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
17If anyone destroys God’s temple, God will destroy him; for God’s temple is holy, which you are.
18Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός.
18Let no one deceive himself. If anyone thinks that he is wise among you in this world, let him become a fool that he may become wise.
19ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. γέγραπται γάρ, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·
19For the wisdom of this world is foolishness with God. For it is written, “He has taken the wise in their craftiness.”
20καὶ πάλιν, Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.
20And again, “The Lord knows the reasoning of the wise, that it is worthless.”
21ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,
21Therefore let no one boast in men. For all things are yours,
22εἴτε Παῦλος εἴτε Ἀπολλώς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα—πάντα ὑμῶν ἐστιν,
22whether Paul, or Apollos, or Cephas, or the world, or life, or death, or things present, or things to come. All are yours,
23ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.
23and you are Christ’s, and Christ is God’s.