Bible
Display

1 Corinthians 13

1Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.
1If I speak in the tongues of men and of angels, but have not love, I am only a ringing gong or a clanging cymbal.
2καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.
2If I have the gift of prophecy and can fathom all mysteries and all knowledge, and if I have absolute faith so as to move mountains, but have not love, I am nothing.
3καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
3If I give all I possess to the poor and exult in the surrender of my body, but have not love, I gain nothing.
4Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,
4Love is patient, love is kind. It does not envy, it does not boast, it is not proud.
5οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,
5It is not rude, it is not self-seeking, it is not easily angered, it keeps no account of wrongs.
6οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ·
6Love takes no pleasure in evil, but rejoices in the truth.
7πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
7It bears all things, believes all things, hopes all things, endures all things.
8Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.
8Love never fails. But where there are prophecies, they will cease; where there are tongues, they will be restrained; where there is knowledge, it will be dismissed.
9ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν·
9For we know in part and we prophesy in part,
10ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται.
10but when the perfect comes, the partial passes away.
11ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.
11When I was a child, I talked like a child, I thought like a child, I reasoned like a child. When I became a man, I set aside childish ways.
12βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.
12Now we see but a dim reflection as in a mirror; then we shall see face to face. Now I know in part; then I shall know fully, even as I am fully known.
13νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.
13And now these three remain: faith, hope, and love; but the greatest of these is love.